📖 Lire la Bible
La Parole de Dieu en 27 versions — français, anglais, espagnol, textes originaux et autres langues. Le créole haïtien arrive bientôt.
Lire la Bible en français
10 versionsRead the Bible in English
6 versionsLeer la Biblia en español
2 versionesTextes originaux et autres langues
9 versionsΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 15SBL Greek New Testament 2010
💡 Projection rapide : touchez les versets à montrer à l’assemblée (un seul suffit), puis le bouton « Projeter » qui apparaîtra en bas.
1Τότε προσέρχονται τῷ ⸀Ἰησοῦ [*] ἀπὸ Ἱεροσολύμων ⸂Φαρισαῖοι καὶ γραμματεῖς⸃ [*] λέγοντες
2Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας ⸀αὐτῶν [*] ὅταν ἄρτον ἐσθίωσιν.
3ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;
4ὁ γὰρ θεὸς ⸀εἶπεν· [*] Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω·
5ὑμεῖς δὲ λέγετε· Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί· Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,
6⸀οὐ [*] μὴ ⸀τιμήσει [*] τὸν πατέρα ⸀αὐτοῦ· [*] καὶ ἠκυρώσατε ⸂τὸν λόγον⸃ [*] τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.
7ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων·
8⸂Ὁ λαὸς οὗτος⸃ [*] τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ·
9μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
10Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς· Ἀκούετε καὶ συνίετε·
11οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον.
12Τότε προσελθόντες οἱ ⸀μαθηταὶ [*] ⸀λέγουσιν [*] αὐτῷ· Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν;
13ὁ δὲ ἀποκριθεὶς εἶπεν· Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται.
14ἄφετε αὐτούς· ⸂τυφλοί εἰσιν ὁδηγοί τυφλῶν⸃· [*] τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.
15Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Φράσον ἡμῖν τὴν παραβολήν ⸀ταύτην. [*]
16ὁ ⸀δὲ [*] εἶπεν· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;
17⸀οὐ [*] νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;
18τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.
19ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι.
20ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.
21Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
22καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ⸀ἔκραζεν [*] λέγουσα· Ἐλέησόν με, κύριε ⸀υἱὸς [*] Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.
23ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ⸀ἠρώτουν [*] αὐτὸν λέγοντες· Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.
24ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
25ἡ δὲ ἐλθοῦσα ⸀προσεκύνει [*] αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι.
26ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.
27ἡ δὲ εἶπεν· Ναί, κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.
28τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
29Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ.
30καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ’ ἑαυτῶν ⸂κωφούς, τυφλούς, χωλούς, κυλλούς⸃, [*] καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας ⸀αὐτοῦ, [*] καὶ ἐθεράπευσεν αὐτούς·
31ὥστε ⸂τὸν ὄχλον⸃ [*] θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας ⸂κυλλοὺς ὑγιεῖς⸃ [*] ⸀καὶ [*] χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ.
32Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.
33καὶ λέγουσιν αὐτῷ οἱ ⸀μαθηταί· [*] Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον;
34καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπαν· Ἑπτά, καὶ ὀλίγα ἰχθύδια.
35καὶ ⸀παραγγείλας [*] ⸂τῷ ὄχλῳ⸃ [*] ἀναπεσεῖν ἐπὶ τὴν γῆν
36⸀ἔλαβεν [*] τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας ⸀καὶ [*] εὐχαριστήσας ἔκλασεν καὶ ⸀ἐδίδου [*] τοῖς ⸀μαθηταῖς [*] οἱ δὲ μαθηταὶ ⸂τοῖς ὄχλοις⸃. [*]
37καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ⸂τὸ περισσεῦον τῶν κλασμάτων ἦραν⸃ [*] ἑπτὰ σπυρίδας πλήρεις.
38οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων.
39καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια ⸀Μαγαδάν. [*]
⭐ Mes favoris & notes
Votre Bible personnelle : favoris et notes enregistrés sur cet appareil seulement — personne d’autre ne les voit, et ils ne changent rien pour les autres visiteurs.
🎨 Mes couleurs
Chaque couleur a le sens que VOUS lui donnez : touchez un sens pour le changer — par exemple « À mémoriser », « Promesse de Dieu »… Il est gardé sur cet appareil seulement.
Textes via Bolls Bible : Louis Segond 1910, Darby 1890, Parole de Vie 2017, Bible du Semeur 2015, Nouvelle Bible Segond 2002, King James 1769, American Standard 1901, World English Bible, Young\'s Literal 1898, Douay-Rheims, Reina-Valera 1960, Reina Valera Gómez 2004, Textus Receptus, Septante (Rahlfs), Westminster Leningrad Codex, Vulgate Clémentine, Lutherbibel 1912, Elberfelder 1871, Schlachter 1951, Menge-Bibel 1926.
Textes en données locales (domaine public) : Martin 1744, Crampon 1923, Ostervald 1744 (eBible.org), Vigouroux 1873 (traduction Glaire ; encodage TEI de Marjorie Burghart), Darby Bible 1890.
Néo-Crampon Libre © Fraternité de Tibériade, licence CC BY-SA 4.0 · SBL Greek New Testament © 2010 Society of Biblical Literature & Logos Bible Software, licence CC BY 4.0 · Schlachter 1951 © Genfer Bibelgesellschaft, licence CC BY 4.0 (via eBible.org).
Note : dans la Septante, la Vulgate et la Vigouroux, les Psaumes suivent la numérotation grecque et latine (le psaume 22 y correspond au psaume 23 du texte hébreu). Le texte hébreu se lit de droite à gauche. La version en créole haïtien arrive très bientôt.
Musique de fond : « Meditation Impromptu » de Kevin MacLeod (incompetech.com), licence CC BY 4.0.

