📖 Lire la Bible
La Parole de Dieu en 27 versions — français, anglais, espagnol, textes originaux et autres langues. Le créole haïtien arrive bientôt.
Lire la Bible en français
10 versionsRead the Bible in English
6 versionsLeer la Biblia en español
2 versionesTextes originaux et autres langues
9 versionsΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 3SBL Greek New Testament 2010
1Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας
2⸀καὶ [*] λέγων· Μετανοεῖτε, ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
3οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ⸀διὰ [*] Ἠσαΐου τοῦ προφήτου λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
4αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ⸂ἦν αὐτοῦ⸃ [*] ἀκρίδες καὶ μέλι ἄγριον.
5τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου,
6καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ⸀ποταμῷ [*] ὑπ’ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
7Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα ⸀αὐτοῦ [*] εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
8ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας
9καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
10ἤδη ⸀δὲ [*] ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
11Ἐγὼ μὲν ⸂ὑμᾶς βαπτίζω⸃ [*] ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ ⸂καὶ πυρί⸃· [*]
12οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ⸀ἀποθήκην, [*] τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
13Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ’ αὐτοῦ.
14ὁ δὲ ⸀Ἰωάννης [*] διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;
15ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν ⸂πρὸς αὐτόν⸃· [*] Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν.
16⸂βαπτισθεὶς δὲ⸃ [*] ὁ Ἰησοῦς ⸂εὐθὺς ἀνέβη⸃ [*] ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ⸀ἠνεῴχθησαν [*] οἱ οὐρανοί, καὶ εἶδεν ⸀πνεῦμα [*] θεοῦ καταβαῖνον ὡσεὶ ⸀περιστερὰν [*] ἐρχόμενον ἐπ’ αὐτόν·
17καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.
Textes via Bolls Bible : Louis Segond 1910, Darby 1890, Parole de Vie 2017, Bible du Semeur 2015, Nouvelle Bible Segond 2002, King James 1769, American Standard 1901, World English Bible, Young\'s Literal 1898, Douay-Rheims, Reina-Valera 1960, Reina Valera Gómez 2004, Textus Receptus, Septante (Rahlfs), Westminster Leningrad Codex, Vulgate Clémentine, Lutherbibel 1912, Elberfelder 1871, Schlachter 1951, Menge-Bibel 1926.
Textes en données locales (domaine public) : Martin 1744, Crampon 1923, Ostervald 1744 (eBible.org), Vigouroux 1873 (traduction Glaire ; encodage TEI de Marjorie Burghart), Darby Bible 1890.
Néo-Crampon Libre © Fraternité de Tibériade, licence CC BY-SA 4.0 · SBL Greek New Testament © 2010 Society of Biblical Literature & Logos Bible Software, licence CC BY 4.0 · Schlachter 1951 © Genfer Bibelgesellschaft, licence CC BY 4.0 (via eBible.org).
Note : dans la Septante, la Vulgate et la Vigouroux, les Psaumes suivent la numérotation grecque et latine (le psaume 22 y correspond au psaume 23 du texte hébreu). Le texte hébreu se lit de droite à gauche. La version en créole haïtien arrive très bientôt.
Musique de fond : « Meditation Impromptu » de Kevin MacLeod (incompetech.com), licence CC BY 4.0.

